TLG 2565 002 :: MNESIMACHUS :: Fragmenta

MNESIMACHUS Hist.
(Phaselinus: 4/3 B.C.?)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 453.

frr. 1–2b

Citation: Fragment — (Line)

t1

ΠΕΡΙ ΣΚΥΘΩΝ. E LIBRO PRIMO.

1

Schol. Apoll. Rh. II, 1015: [Ἱερὸν δ’ αὖτ’ ἐπὶ τοῖσιν ὄρος] Τοῦτο καθῆκόν ἐστιν εἰς τὸν Εὔξεινον πόντον. Μέμνηται αὐτοῦ καὶ Κτησίας ἐν τῷ αʹ Περιό‐ δων, καὶ Σουΐδας ἐν βʹ, περὶ τοὺς λεγομένους Μάκρω‐
5νας· ἀκριβέστερον δὲ ὁ Ἀγάθων ἐν τῷ τοῦ Πόντου περίπλῳ· ὃς καὶ ρʹ ἀπέχειν σταδίους αὐτό φησι τῆς Τραπεζοῦντος. Ὁ δὲ Εἰρηναῖος Μνησίμαχόν φησι περὶ αὐτοῦ ἱστορεῖν ἐν αʹ περὶ Σκυθῶν, ἀγνοῶν. Ὁ γὰρ Μνη‐ σίμαχος [ὡς] ἐν τῇ Εὐρώπῃ μέμνηται κειμένης τῆς Σκυ‐
10θικῆς· ὁ δὲ Ἀπολλώνιος καὶ οἱ προειρημένοι περὶ τῆς Ἀσίας διαλέγονται. Ἔστι καὶ ἄλλο Ἱερὸν ὄρος Θρᾴκης.

t2a-2b

ΔΙΑΚΟΣΜΟΙ.

2a

Idem IV, 1412: Τῶν νυμφῶν αἱ μέν εἰσιν οὐρά‐ νιαι, αἱ δὲ ἐπίγειοι, αἱ δὲ ποτάμιοι, αἱ δὲ λιμναῖαι, αἱ δὲ θαλάσσιαι. Καὶ καθόλου δὲ τῶν νυμφῶν γένος εἰς πολλὰ διῄρηται, ὥς φησι Μνησίμαχος ὁ Φασιλήτης
5(Φασηλίτης? Φασιάτης?) ἐν Διακόσμοις.

2b

Idem II, 477: Ἁμαδρυάδας νύμφας Μνησίμαχός φησι διὰ τὸ ἅμα ταῖς δρυσὶ γεννᾶσθαι. Ἢ ἐπεὶ δοκοῦ‐ σιν ἅμα ταῖς δρυσὶ φθείρεσθαι, νύμφαι Ἁμαδρυάδες
λέγονται.453